Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
  2. ἀενάων ποταμῶν, δολιχαὶ δʼ ἅμα τοῖσι χαράδραι
  3. νῆές τʼ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.
  4. ἀλλʼ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδʼ ἐνόησαν
  5. αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν· οἱ δὲ κολώνας
  6. χερσὶν ἀπορρήξαντες ἀπʼ οὔρεος Ἰδαίοιο
  7. βάλλον ἐπʼ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
  8. ῥεῖα διεσκίδναντο θεῶν ἀμφʼ ἄσχετα γυῖα
  9. ῥηγνύμεναι διὰ τυτθά. Διὸς δʼ ἐπὶ πείρασι γαίης
  10. οὐ λάθον ἠῢ νόημα· λιπὼν δʼ ἄφαρ Ὠκεανοῖο
  11. χεύματʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
  12. εὖρος καὶ Βορέης, Ζέφυρος δʼ ἐπὶ τοῖσι Νότος τε,
  13. τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
  14. ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
  15. χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.
  16. ἵκετο δʼ Οὐλύμποιο ῥίον μέγα· σὺν δʼ ἐτίναξεν
  17. ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δʼ ἄλλαι
  18. βρονταὶ ὁμῶς στεροπῇσι μέγʼ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
  19. ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δʼ ἀὴρ
  20. ἄσπετον· ἀθανάτοισι δʼ ὑπὸ φρένας ἔμπεσε δεῖμα·