Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
  2. ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς
  3. ἔπλετʼ ὀρινομένων· ἀνέμων δʼ ἐπιβάντες ἀέλλαις
  4. οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δʼ ὕπʼ αἰθὴρ
  5. ἔβραχεν· οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
  6. ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν
  7. οἱ δʼ ἄρʼ ὑπὲρ Τρώων· πολέμου δʼ ἔρος ἔμπεσε θυμῷ.
  8. τοῖσι δʼ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
  9. καί ῥʼ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
  10. ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δʼ ἐρατεινὴν
  11. Ἴλιον· αἶσα δʼ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
  12. τρέψε νόον μακάρεσσιν· Ἄρης δʼ ἐξῆρχε μόθοιο,
  13. ἆλτο δʼ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι
  14. σύμπεσον ἀλλήλοισι· περί σφισι δʼ ἄμβροτα τεύχη
  15. χρύσεα κινυμένοισι μέγʼ ἴαχεν· ἀμφὶ δὲ πόντος
  16. εὐρὺς ἐπεσμαράγησε· κελαινὴ δʼ ἔτρεμε γαῖα
  17. ἀθανάτων ὑπὸ ποσσί· μακρὸν δʼ ἅμα πάντες ἄϋσαν.
  18. σμερδαλέη δʼ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
  19. μέχρις ἐπʼ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·
  20. Τιτῆνες δʼ ὑπένερθε μέγʼ ἔτρεσαν· ἀμφὶ δὲ μακρὴ