Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐς δʼ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
  2. μάντιν ἀγασσάμενοι, τὸν ἄρʼ ἐκ Διὸς ἔμμεν ἔφαντο,
  3. ἐκ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.
  4. ἦμος δʼ αἰγλήεντα περιστρέφετʼ οὐρανὸν ἄστρα
  5. πάντοθε μαρμαίροντα, πόνου δʼ ἐπιλήθεται ἀνήρ,
  6. δὴ τότʼ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
  7. ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντʼ εἰκυῖα
  8. ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δʼ ἄρʼ Ἐπειοῦ
  9. ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείραϊ, καί μιν ἀνώγει
  10. τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
  11. αὐτὴ συγκαμέειν, αὐτὴ δʼ ἄφαρ ἀγχόθι βῆναι
  12. ἔργον ἐς ὀτρύνουσα. Θεῆς δʼ ὅ γε μῦθον ἀκούσας
  13. καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·
  14. ἔγνω δʼ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ
  15. ἄλλο παρὲξ ὥρμαινε, νόον δʼ ἔχεν αἰὲν ἐπʼ ἔργῳ
  16. θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.
  17. Ἠὼς δʼ ὁππόθʼ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ
  18. εὶς ἔρεβος, χαροπὴ δὲ διʼ ἠέρος ἤιεν αἴγλη,
  19. δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
  20. ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·