Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
  2. καὶ τότʼ ἄρʼ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα
  3. Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
  4. ἀνέρας· οἱ δʼ ἐλάτῃσιν ἐπιβρίσαντες ἀνʼ ὕλην,
  5. τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι
  6. θεινομένων· δολιχαὶ δὲ κατʼ οὔρεα μακρὰ κολῶναι
  7. δεύοντʼ ἐκ ξυλόχοιο· νάπη δʼ ἀνεφαίνετο πᾶσα
  8. θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε·
  9. πρέμνα δʼ ἀπαυαίνοντο βίην ποθέοντʼ ἀνέμοιο.
  10. καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ
  11. ἐσσυμένως φορέεσκον ἐπʼ ᾐόνας Ἑλλησπόντου
  12. ἐξ ὄρεος λασίοιο· μόγησε δὲ θυμὸς ἐπʼ ἔργῳ
  13. αἰζηῶν τε καὶ ἡμιόνων· πονέοντο δὲ λαοὶ
  14. ἄσπετον [*](Supplied by Zimmermann.) ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
  15. οἱ μὲν γὰρ τέμνεσκον ὑπʼ ὀκριόεντι σιδήρῳ
  16. δούρατα καὶ σανίδας διεμέτρεον· οἱ δʼ ἄρʼ ἀπʼ ὄζους
  17. λείαινον πελέκεσσιν ἔτʼ ἀπρίστων ἀπὸ φιτρῶν,
  18. ἄλλος δʼ ἄλλο τι ῥέζε πονεύμενος· αὐτὰρ Ἐπειὸς
  19. ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
  20. νηδύα, τῇ δʼ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν