Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ,
  2. ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
  3. εἵνεκα τεκτοσύνης· δέδαεν δέ μιν ἔργον Ἀθήνη.
  4. ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἀριστῆες πεπίθοντο
  5. νόσφι Νεοπτολέμοιο δαΐφρονος· οὐδὲ μὲν ἐσθλὸν
  6. πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·
  7. ὑσμίνης γὰρ ἔτʼ ἔσκον ὀϊζυρῆς ἀκόρητοι.
  8. ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς
  9. σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος
  10. πάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
  11. ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι·
  12. ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
  13. καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός,
  14. εἰ μὴ Ζεὺς νεμέσησεν ἀπʼ αἰθέρος, ἀμφὶ δὲ γαῖαν
  15. Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δʼ ἐτίναξεν
  16. ἠέρα πᾶσαν ὕπερθε, βάλεν δʼ ἀκάμαντα κεραυνὸν
  17. ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα
  18. Δαρδανίη· τῶν δʼ αἶψα μετετράπετʼ ἠῢ νόημα
  19. ἐς φόβον· ἐκ δʼ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ,
  20. καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο·