Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Αἴας δʼ αὖτʼ ἀπάτερθε θρασύφρονος Αἰνείαο
  2. μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
  3. σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
  4. ἰθὺ βέλος πεπότητο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
  5. ἀλγινόεντες ἄκοντες· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν·
  6. οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
  7. ἐς μόθον οὐκέτʼ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός.
  8. καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν
  9. Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
  10. κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι
  11. ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ
  12. κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
  13. λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ
  14. ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
  15. ἄτρομον ἐνθέμενος κρακίῃ νόον· ἐν δʼ ἄρα χειρὶ
  16. ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
  17. εἷρπεν ἄνω· τὸν δʼ αἶψα διηερίη φέρεν οἶμος.
  18. καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετʼ, εἰ μὴ ἄρʼ αὐτῷ
  19. ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
  20. ὑστάτιον καὶ πρῶτον ἀφʼ ἕρκεος ὑψηλοῖο