Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ
  2. οὐδʼ ἀπάτερθεν ἐόντα· βάλεν δέ μιν εὐρέϊ πέτρῳ
  3. κάκ κεφαλῆς· μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς
  4. κλίμακά οἱ συνέαξεν· ὁ δʼ ὑψόθεν ἠΰτʼ ὀϊστὸς
  5. ἔσσυτʼ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος
  6. ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς
  7. αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι·
  8. ἤριπε δʼ ἐν θώρηκι κατὰ χθονός, οὕνεκʼ ἄρʼ αὐτοῦ
  9. νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ
  10. καὶ κρατερὴ τρυφάλεια· περιστονάχησε δὲ Λοκρῶν
  11. λαός, ὅτʼ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·
  12. δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ
  13. ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα
  14. ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.
  15. καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,
  16. ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα
  17. θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν
  18. ἰθύνων ἐς φῶτα περικλυτόν· οὐδʼ ἀφάμαρτεν
  19. ἀνέρος, ἀλλά οἱ οὔτι διʼ ἀσπίδος ἀκαμάτοιο
  20. ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια