Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὣς ἄρʼ ὑπʼ Αἰνείαο κατηρείποντο φάλαγγες
- Ἀργείων ἀνὰ δῆριν· ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
- ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δʼ ἄρα χειρῶν
- πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον,
- βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
- κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
- τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
- δυσμενέων ἀπέρυκε πολὺν στρατόν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- Τρῶες καρτύναντο· κακὴ δʼ ἔχε πάντας ὀϊζὺς
- ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
- ἠδʼ ἄρα καὶ Τρώων· μέγα δʼ ἴαχον ἀμφοτέρωθεν,
- Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
- μάρνασθʼ ἀμφὶ πόληος ἑῆς ἀλόχων [*](Zimmermann, for ἑῶν τεκέων of v.) τε καὶ αὐτῶν
- προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
- Αργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
- μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.
- τοὺς δʼ ἄμφω στονόσσα καὶ ἄσπετος ἄμπεχʼ ἀϋτὴ
- μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν
- ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
- τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπʼ Ἄρεϊ, τῶν δὲ σαῶσαι.