Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες·
- ὡς δʼ ὅτʼ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὐς
- ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
- ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
- ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται· [*](Zimmermann, for μηλονόμοι τε καὶ ἄλλʼ ὅσα πάντα φ. of v.)
- ὣς ἄρʼ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκʼ ἄρʼ αὐτῶν
- Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
- ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκʼ ἄρʼ αὐτῷ
- κάρτος ἀπειρέσιον θεὸς ὤσασεν· οὐδέ τις αὐτῶν
- ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
- οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
- τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·
- εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
- δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
- ἢ μόρον ἢ δέος αἰνὸν ἐπʼ Ἀργείοισι φέροντα·
- μάρνατο δʼ ὡς ὁπότʼ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
- ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
- σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
- Τηθύν τʼ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
- γυἶ ἐλελίζετʼ Ἄτλαντος ὑπʼ ἀκαμάτου Διὸς ὁρμῆς·