Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,
- ὃν τέκε δἶ Ἀρέθουσα παρʼ ὕδασι Ληθαίοιο
- Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δʼ ἤκαχεν Ἰδομενῆα.
- αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας
- Τρώων αὐτίκʼ ὄλεσσεν ὑπʼ ἔγχεϊ πατρὸς ἑοῖο·
- Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε
- Ὑσμινόν τε καὶ Ἰμβράσιον Σχέδιόν τε Φλέγην τε
- Μνήσαιόν τʼ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνοόν τε
- καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε
- Γαργάρῳ αἰπεινῇ, μετὰ δʼ ἔπρεπε μαρναμένοισι
- Τρωσὶν ἐϋσθενέεσσι, κίεν δʼ ἅμʼ ἀπείρονι λαῷ
- ἐς Τροίην· μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
- Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα,
- νήπιος· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν
- ἐσσυμένως ὀλέεσθαι ὑπʼ ἀργαλέου πολέμοιο,
- πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.
- καὶ τότε Μοῖρʼ ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν
- Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο.
- ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
- πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπʼ ὀλέθρῳ.