Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δʼ ὑπὸ ποσσὶ
  2. κίνυτο γαῖα μέλαινα· πυρὸς δʼ ἄμπνειεν ἀϋτμὴν
  3. σμερδαλέον· μέγα δʼ αἰὲν ἀΰτεεν ὀτρύνουσα
  4. αἰζηούς· οἱ δʼ αἶψα συνήιον ἀρτύνοντες
  5. ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
  6. τῶν δʼ ὡς ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων
  7. εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
  8. φύλλα φύει, ἢ ὡς ὅτʼ ἀνʼ ἀζαλέην ξύλοχον πῦρ
  9. αἰθόμενον βρομέει, ἢ ὡς μέγα πόντος ἀπείρων
  10. μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
  11. γίνετʼ ἀπειρέσιος, τρόμεει δʼ ὕπο γούνατα ναυτέων·
  12. ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη·
  13. ἐν δέ σφιν πέσε δῆρις· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὄρουσε.
  14. πρῶτος δʼ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
  15. υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ
  16. γῇ ἔνι Βοιωτῶν, ὁ δʼ ἅμα Προθοήνορι δίῳ
  17. ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι·
  18. τόν ῥα τότʼ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας
  19. νοσφίσατ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
  20. τῷ δʼ ἔπι Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν