Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δάμνατο δʼ ἄλλοθεν ἄλλον ἀνηλέϊ θηρὶ ἐοικώς·
  2. οἱ δέ μιν οὐχ ὑπέμειναν ἐφʼ ὑστατίῃ βιότοιο
  3. αἰνὸν μαιμώωντι καὶ οὐκ ἀλέγοντι μόροιο·
  4. καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κείνῃ,
  5. εἰ μή οἱ χεῖρές τε κάμον καὶ δούρατος αἰχμὴ
  6. πάμπαν ἀνεγνάμφθη· ξίφεος δέ οἱ οὐκέτι κώπη
  7. ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· τὸν δʼ ὑπʼ ἄκοντι
  8. τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δʼ ἔβλυσεν αἷμα
  9. ἐκ στόματος· τῷ δʼ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.
  10. τοῦ δʼ ἄρʼ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ
  11. Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχἐ ἑλέσθαι
  12. ὥρμαινον· τοὺς δʼ αὖτε θρασὺ σθένος Αἰνείαο
  13. δάμνατο μαιμώωντας ὀϊζυρῶς περὶ νεκρῷ.
  14. ὡς δʼ ὅτ ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
  15. σφῆκας τερσομένῃσι περὶ σταφυλῇσι δαμάσσῃ,
  16. οἱ δʼ ἄρʼ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης·
  17. ὣς τοὺς αἶψʼ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.
  18. Τυδείδης δὲ Μένοντα καὶ Ἀμφίνοον κατέπεφνεν
  19. ἄμφω ἀμύμονε φῶτε· Πάρις δʼ ἕλε Δημολέοντα
  20. Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε