Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χραισμήσει· κείνου γὰρ ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ·
  2. εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,
  3. εὐκλειῶς, τάχʼ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
  4. βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι.
  5. ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
  6. αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
  7. φράχθεν ἐπʼ ἀλλήλους· ἐπὶ δʼ ἀκαμάτου Διὸς ὄσσε
  8. δέρκετʼ ἀπʼ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
  9. Τρῶας ἐπʼ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
  10. ὄφρα μάχην ἀλίαστον ἐπʼ ἀμφοτέροισι τανύσσῃ
  11. λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
  12. χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφʼ ἀλόχοιο.
  13. τοὺς δʼ ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν
  14. οὔτινι φαινομένη· περὶ γὰρ νέφος ἄμφεχεν ὤμους
  15. αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
  16. ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτʼ Ἀχαιῶν·
  17. τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
  18. πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες·
  19. ἡ δὲ μέγʼ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
  20. τεύχεα δʼ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ·