Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἅζετο γὰρ πατέρα σφὸν ἰδʼ ἀμφιπόλους εὐπέπλους,
  2. μέχρις ἐπὶ χθόνα δῖαν ἀπʼ εὐρέος ὠκεανοῖο
  3. νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
  4. καί ῥα τόθʼ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
  5. καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
  6. ἔκθορεν, ἠΰτʼ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα·
  7. ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
  8. θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
  9. ἐσσυμένως, ἡ δʼ οὔτι λιλαιομένη φιλότητος
  10. ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
  11. εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
  12. ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
  13. διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
  14. οὐδέ τί οἱ κάμε γούνατʼ· ἐλαφρότεροι δʼ ἐφέροντο
  15. ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
  16. καὶ Κύπρις· οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
  17. ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα·
  18. πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
  19. καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
  20. τὴν δέ που εἰσορόωσα τόθʼ ὑψόθι δῖα Σελήνη