Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
- πολλὰ μάλʼ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε
- λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
- ἵκετο δʼ ἐμβεβαυῖα διʼ οὔρεος, ᾗχι καὶ ἄλλαι
- νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
- τὸν δʼ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκʼ ἄρʼ αὐτῷ
- μηλονόμοι ξυνιόντες ἀπʼ οὔρεος ἄλλοθεν ἄλλοι
- ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
- ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
- κλαίοντες μάλα πολλὰ περισταδόν· ἡ δέ μιν οὔτι,
- ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
- ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα
- αἶψα πυρῇ ἐνέπαλτο· γόον δʼ ἄρα πουλὺν ὄρινε·
- καίετο δʼ ἀμφὶ πόσει· νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
- θάμβεον, εὖτʼ ἐσίδοντο μετʼ ἀνέρι πεπτηυῖαν·
- καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
- ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
- κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
- οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
- νήπιος· οὐδʼ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν