Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἰπυτάτων ὀρέων, ἥ τʼ ἄγκεα πολλὰ παλύνει
  2. χευαμένη ζεφύροιο καταιγίσιν· ἡ δʼ ἄρʼ ὑπʼ Εὔρῳ
  3. ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
  4. ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
  5. δεύονθʼ, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
  6. πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·
  7. ὣς ἥ γʼ ἀσχαλόωσα μέγα στυγερῇ ὑπʼ ἀνίῃ
  8. τήκετʼ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
  9. αἰνὰ δʼ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
  10. ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
  11. ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν
  12. γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
  13. αἰὲν ὁμοφρονέουσα· θεοὶ δʼ ἑτέρωσε βάλοντο·
  14. ὥς μʼ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
  15. ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι·
  16. ἀλλὰ καὶ εἰ ζωός μʼ ἔλιπεν, μέγα τλήσομαι ἔργον
  17. ἀμφʼ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.
  18. ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
  19. δάκρυα, κουριδίοιο δʼ ἀναπλήσαντος ὄλεθρον
  20. μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,