Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὁππότε σοίγʼ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ·
  2. νῦν δʼ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδʼ ἐμοὶ αὐτῇ
  3. αἰνομόρῳ· πάντες δέ μʼ ἀάσπετον ἐρρίγασι,
  4. πάντες δʼ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα
  5. ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
  6. αὐτίκʼ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
  7. Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
  8. αἶψα διαρραίσουσι· νέκυν δʼ οὐ γαῖα καλύψει,
  9. ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα·
  10. ὡς ὄφελόν μʼ ἕλεν Αἶσα, [*](Zimmermann, for mʼ e)da/masse of Koechly.) πάρος τάδε πήματʼ ἰδέσθαι.
  11. ὣς ἔφατʼ, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
  12. μύρετʼ ἀλιτροσύνης μεμνημένη· ἀμφὶ δὲ Τρωαὶ
  13. ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δʼ ἄλλα μενοίνων,
  14. αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
  15. αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
  16. οἴη δʼ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
  17. Οἰνώνη· ἀλλʼ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
  18. κώκυεν, ἀλλʼ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
  19. κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ [*](Zimmermann, for λέκτρον of v.) ἀκοίτεω.
  20. οἵη δʼ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος