Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ποίαντος φίλος υἱός· ὁ δʼ οὐκέτι μίμνε μάχεσθαι,
  2. ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα
  3. ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·
  4. ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
  5. χάζετʼ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ
  6. ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δʼ ἔπλετο δῆρις
  7. κτεινομένων ἑκάτερθε· νεκροὶ δʼ ἐπέκειντο νέκυσσι
  8. πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
  9. ἢ χιόνος νιφάδεσιν, ὅτʼ οὔρεα μακρὰ καὶ ὕλην
  10. Ζηνὸς ὑπʼ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει·
  11. ὣς οἵ γʼ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες
  12. ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.
  13. αἰνὰ δʼ ἀνεστενάχιζε Πάρις· περὶ δʼ ἕλκεϊ θυμὸν
  14. τείρετο· τὸν δʼ ἀλύοντα τάχʼ ἄμφεπον ἰητῆρες.
  15. Τρῶες δʼ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δʼ ἐπὶ νῆας
  16. κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ
  17. νύξ ἀπέπαυσε μέλαινα, μόγον δʼ ἐξείλετο γυίων
  18. ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.
  19. ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·
  20. οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν