Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,
  2. ὃν τέκετʼ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.
  3. τὸν δʼ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
  4. δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
  5. ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγʼ ἀΰτει·
  6. ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρʼ ἀΐδηλον
  7. δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·
  8. καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ
  9. τείροντʼ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετʼ ὀλέθρου
  10. ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.
  11. ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ
  12. εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς
  13. ἰθύνθη, τόξον δʼ αἰνὴ ὑπερέσχεν ἀκωκὴ
  14. τυτθὸν ὑπʼ αἰζηοῖο βίῃ· μέγα δʼ ἔβραχε νευρὴ
  15. ἰοῦ ἀπεσσυμένοιο δυσηχέος· οὐδʼ ἀφάμαρτε
  16. δῖος ἀνήρ· τοῦ δʼ οὔτι λύθη κέαρ, ἀλλʼ ἔτι θυμῷ
  17. ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
  18. ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
  19. ἐξαῦτις δʼ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς
  20. ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε