Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
  2. Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,
  3. ἢν ἐθέλῃ· ὁ δʼ ἄρʼ αἶψα θεοπροπίῃσι πιθήσας
  4. ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
  5. κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντες
  6. κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δʼ ἀνὰ χεῖρα
  7. σκαιὴν ἀΐσσοντες· ὁ δέ σφεας ἄλλοτε μέν που
  8. δείδιεν εἰσορόων, ὁτὲ δʼ ἀκράαντα πέτεσθαι
  9. ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπʼ ἄλγεσι φαῖνον ὄλεθρον.
  10. ἷξε δʼ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δʼ ἐσιδοῦσαι
  11. ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ
  12. Οἰνώνη· ὁ δʼ ἄρʼ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,
  13. λυγρῇ ὑπʼ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν
  14. ἀμφὶ μέλαινʼ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
  15. μυελὸν ἐς λιπόωντα διʼ ὀστέου, οὕνεκα νηδὺν
  16. φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός.
  17. τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·
  18. ὡς δʼ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ
  19. αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
  20. ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς