Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρεν δέ οἱ αἰετὸς ἦπαρ
  2. αἰὲν ἀεξόμενον· ὁ δʼ ἄρα στενάχοντι ἐῴκει.
  3. καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
  4. ὀβρίμῳ Ἡρακλῆι· ὁ δʼ ὤπασε παιδὶ φορῆναι
  5. Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.
  6. αὐτὰρ ὁ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.
  7. ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς
  8. νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
  9. θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.
  10. ἥκε δʼ ἀπὸ νευρῆφι θοὸν βέλος· ἡ δʼ ἰάχησεν
  11. ἰοῦ ἀπεσσυμένοιο· τὸ δʼ οὐχ ἅλιον φύγε χειρῶν·
  12. καί ῥʼ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,
  13. ἀλλʼ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
  14. βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δʼ ἄχρις ἐς ὦμον·
  15. οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·
  16. ἀλλʼ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπʼ ὤμων
  17. Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
  18. βουπλῆγι στιβαρῷ· ὁ δʼ ἐχάσσατο μαρνάμενός περ
  19. αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
  20. ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμων