Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
  2. σμερδαλέοι, καὶ λυγρὸν ὑπʼ ὀφρύσι μειδιόωσαι
  3. πορδάλιες· τῶν δʼ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
  4. καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες
  5. ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
  6. ὑσμῖναι ἐνέκειντο μετʼ ἀργαλέοιο φόνοιο·
  7. δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
  8. ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
  9. ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
  10. Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
  11. Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
  12. ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
  13. βλήμενος ἐκ δίφροιο· καταιθομένης δʼ ἄρα γαίης
  14. ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός·
  15. Περσεὺς δʼ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,
  16. ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
  17. πηγαί τʼ ὠκεανοῖο βαθυρρόου, ἔνθʼ ἀκάμαντι
  18. ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ·
  19. ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
  20. Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ