Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
  2. πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,
  3. τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης·
  4. ἀλλʼ ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπʼ ὀλέθρῳ
  5. ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
  6. τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.
  7. Ποίαντος δʼ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα
  8. ἠδʼ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα·
  9. ἄλλων δʼ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
  10. θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι
  11. ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
  12. πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις
  13. ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
  14. ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
  15. εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα·
  16. ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
  17. ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
  18. ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.
  19. τεύχεσι δʼ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
  20. δαιδαλέοις· περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ