Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα
  2. καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,
  3. Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ῥʼ ἐνέμοντο
  4. Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τʼ ἀλεγεινῶς [*](Zimmermann, for οὗ ἀλεγεινῷ of Koechly.)
  5. Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
  6. συμφέρετʼ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.
  7. Γλαύκου δʼ ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα
  8. υἱὸς Ὁϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
  9. βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον
  10. αἰχμὴ ἀνιηρὴ· περὶ δʼ ἔβλυσεν αἷμα βοείῃ.
  11. ἀλλά μιν οὔτι δάμασσεν· ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ
  12. δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·
  13. εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
  14. δὴ τότʼ ἄρʼ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
  15. οἶος ἄνευθʼ ἑτάρων· τὸν δʼ ἄστεος ἄγχι γυναῖκες
  16. ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
  17. εἴρονθʼ· ὃς δʼ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·
  18. αἱ δʼ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖον
  19. δάμναντʼ, οὐδʼ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,
  20. ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·