Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,
  2. ἤλυθε δʼ ἐς Τροίην ὑπʼ ἀρηιθόῳ Μενελάῳ·
  3. καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ
  4. δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.
  5. Τεῦκρος δὲ Ζέχιν εἷλε περικλυτὸν υἷα Μέδοντος,
  6. ὅς ῥά τε ναιετάασκεν ἐνὶ Φρυγίῃ πολυμήλῳ
  7. ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,
  8. ᾗχί ποτʼ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν
  9. ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
  10. οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
  11. ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, [*](Zimmerman, ex P, for πονέουσαν with lacuna,) ἧς ἔτι νῦν περ
  12. εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν· ἀμφὶ γὰρ αὐτῇ
  13. ἐκκέχυτʼ ἐν ξυλόχοισι βοῶν γλάγος· οἱ δέ νυ φῶτες
  14. θηεῦντʼ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθι φαίης
  15. ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δʼ ἵησι
  16. λευκὸν ὕδωρ, καὶ βαιὸν ἀπόπροθεν ὁππόθʼ ἵκηται,
  17. πήγνυται, ἀμφὶ ῥέεθρα, πέλει δʼ ἄρα λάϊνον οὖδας.
  18. Ἀλκαίῳ δʼ ἐπόρουσε Μέγης Φυλήιος υἱός·
  19. καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
  20. ἐγχείῃ· τοῦ δʼ ὦκα λύθη πολυήρατος αἰών·