Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν
  2. Πηλείδην ἑτέρωθεν ἐρήτυον· ἦ γὰρ ἔμελλον
  3. ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι
  4. Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.
  5. ἀλλʼ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.
  6. οἱ δὲ μέγʼ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν
  7. Ἀτρεῖδαι βασιλῆες ἀγασσάμενοί ἑ καὶ αὐτοὶ
  8. Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου
  9. σὺν σφοῖσιν τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν
  10. ἀγγελίην προϊέντος· ὁ γὰρ φρεσὶν ᾗσι μενοίνα
  11. κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ Ἵππῳ
  12. ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.
  13. καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος
  14. ὑψηλήν, εὐρεῖαν· ὕπερθε δὲ θήκατο κούρην
  15. πολλοῖς σὺν κτεάτεσσιν, ὅσα κταμένῃ ἐπεῴκει
  16. ἐν πυρὶ συγκείασθαι ἐϋκτεάνῳ βασιλείῃ·
  17. καὶ τὴν μὲν κατέδαψε θοὸν μένος Ἡφαίστοιο,
  18. φλὸξ ὀλοή· λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι
  19. πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.
  20. ὀστέα δʼ ἀλλέξαντες ἄδην ἐπέχευαν σἄλειφα