Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
  2. πίονα δημὸν ὕπερθε βάλον βοός, ἥ τʼ ἀγέλῃσιν
  3. Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.
  4. Τρῶες δʼ ὥστε θύγατρα φίλην περικωκύσαντες
  5. ἀχνύμενοι τάρχυσαν ἐΰδμητον περὶ τεῖχος
  6. πύργῳ ἔπι προὔχοντι παρʼ ὀστέα Λαομέδοντος
  7. ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.
  8. καί οἱ παρκατέθαψαν Ἀμαζόνας, ὅσσαι ἅμʼ αὐτῇ
  9. ἐσπόμεναι ποτὶ δῆριν ὑπʼ Ἀργείοισι δάμησαν·
  10. οὐ γάρ σφιν τύμβοιο πολυκλαύτοιο μέγηραν
  11. Ἀτρεῖδαι, Τρώεσσι δʼ ἐϋπτολέμοισιν ὄπασσαν
  12. ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις·
  13. οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλʼ ἐλεεινοὶ
  14. δήιοι οὐκέτʼ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.
  15. Ἀργεῖοι δʼ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα
  16. ἡρώων, οἳ δή δή ὁμοῦ κτάθεν ἠδʼ ἐδάμησαν
  17. Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,
  18. πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ. ἔξοχα δʼ ἄλλων
  19. ἀμφʼ ἀγαθοῦ μύροντο Ποδάρκεος· οὐ γάρ ἐπʼ ἐσθλοῦ
  20. δεύετʼ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου·