Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων·
  2. οὐ γὰρ ἀμείνονι φωτὶ χρεών κακὸν ἀντίʼ ἐρίζειν·
  3. ὣ καί που τὸ πάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ
  4. ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων·
  5. ἀλλʼ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθην,
  6. ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκέτι [*](Zimmermann, for ou)k e)pi\ of v.) χειρὶ βαρείῃ
  7. πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψεν,
  8. σῇ δʼ ὀλιγοδρανίῃ θυμὸν λίπες· ἀλλʼ ἀπʼ Ἀχαιῶν
  9. ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.
  10. ὣς ἔφατʼ Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.
  11. Τυδείδης δʼ ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι
  12. χώετο Θερσίταο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ
  13. εὔχετʼ ἀφʼ αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ
  14. Τυδέος ὄβριμος υἱός, ὁ δʼ Ἀγρίου ἰσοθέοιο,
  15. ἀγρίου, ὅς τʼ Οἰνῆος ἀδελφεὸς ἔπλετο δίου·
  16. Οἰνεὺς δʼ υἱέα γείνατʼ ἀρήιον ἐν Δαναοῖσι
  17. Τυδέα· τοῦ δʼ ἐτέτυκτο πάϊς σθεναρὸς Διομήδης.
  18. τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.
  19. καί νύ κε Πηλείωνος ἐναντίου ἤρατο χεῖρας,
  20. εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες,