Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐς λέχος ἱεμένης, ἥ τʼ ἄφρονα φῶτα τίθησι
  2. καὶ πινυτόν περ ἐόντα· πόνῳ δʼ ἄρα κῦδος ὀπηδεῖ·
  3. ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τʼ Ἄρηος
  4. τερπνά· φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή.
  5. ἦ μέγα νεικείων· ὁ δέ οἱ περιχώσατο θυμῷ
  6. Πηλείδης ἐρίθυμος· ἄφαρ δέ ἑ χειρὶ κραταιῇ
  7. τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἱ δʼ ἅμα πάντες
  8. ἐξεχύθνσαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δʼ αὐτὸς
  9. πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο
  10. ἀθρόον· αἶψα δʼ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς
  11. ἀνέρος οὐτιδανοῖο· χάρη δʼ ἄρα λαὸς Ἀχαιῶν·
  12. τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν
  13. αὐτὸς ἐὼν λωβητός· ὁ γὰρ Δαναῶν πέλεν αἰδώς.
  14. καί ῥά τις ὧδʼ εἴπεσκεν ἀρηϊθόων Ἀργείων·
  15. οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι
  16. ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·
  17. ἔστι Θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη,
  18. ἥ τʼ αἰεὶ μερόπεσσιν ἐπʼ ἄλγεσιν ἄλγος ἀέξει.
  19. ὣς ἄρʼ ἔφη Δαναῶν τις· ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ
  20. Πηνείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπεν·