Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐκ δʼ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
  2. ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
  3. ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα
  4. ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
  5. ὥρμηνεν δʼ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα
  6. μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
  7. ἢ κραιπνῶς ἵπποιο κατʼ ὠκυτάτοιο θοροῦσα
  8. λίσσεσθʼ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
  9. χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
  10. θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
  11. τοῖς ἤν πως πεπίθοιτʼ ὀλοὸν σθένος Αἰακίδαο·
  12. ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν·
  13. δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
  14. καὶ τὸ μὲν ὣς ὥρμαινε· θεοὶ δʼ ἑτέρωσε βάλοντο.
  15. τῇ γὰρ ἐπεσσύμενος μέγʼ ἐχώσατο Πηλέος υἱός,
  16. καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου·
  17. εὖτέ τις ἀμφʼ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
  18. σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
  19. ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
  20. θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ