Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·
  2. ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
  3. εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
  4. ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
  5. δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
  6. καὶ κρατερόν περ ἐόντα· σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας,
  7. ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
  8. σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
  9. οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
  10. ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι
  11. κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
  12. ἣ οὔπω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
  13. Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν;
  14. ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
  15. καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;
  16. ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
  17. λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·
  18. αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
  19. οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα
  20. ἐσσυμένως· ἡ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·