Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
  2. πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·
  3. ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ
  4. ἀντικρὺ διάμησεν ὑπʼ ἔγχεϊ μαιμώωντι
  5. Πηλείδης· ἡ δʼ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
  6. εὐσταλέως ἐριποῦσα κατʼ οὔδεος· οὐδέ οἱ αἰδὼς
  7. ᾔσχυνεν δέμας ἠΰ· τάθη δʼ ἐπὶ νηδύα μακρῷ
  8. δουρὶ περισπαίρουσα, θοῷ δʼ ἐπεκέκλιτο ἵππῳ·
  9. εὖτʼ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,
  10. ἥν τέ που αἰπυτάτην ἀνά τʼ ἄγκεα μακρὰ καὶ ὕλην,
  11. οἷ αὐτῇ μέγʼ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα·
  12. τοίη Πενθεσίλεια κατʼ ὠκέος ἤριπεν ἵππου
  13. θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἁλκή.
  14. Τρῶες δʼ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,
  15. πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο
  16. ἄσπετʼ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
  17. ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
  18. ναῦται νἦ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,
  19. παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἀλὸς εἴσω,
  20. ὀψὲ δʼ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,