Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις·
  2. ἀλλʼ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι
  3. πορδάλιος κτείνοντο, ποθὴ δʼ ἔχεν οὐκέτι χάρμης
  4. ἀνέρας ἀλλὰ φόβοιο, καὶ ἄλλυδις ἤιον ἄλλοι
  5. οἱ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχἐ ἀπʼ ὤμων,
  6. οἱ δʼ ἄρα σὺν τεύχεσσι, καὶ ἡνιόχων ἀπάνευθεν
  7. ἵπποι ἴσαν φεύγοντες· ἐπεσσυμένοις δʼ ἄρα χάρμα
  8. ἔπλετʼ, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ
  9. γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο
  10. πάντες, ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.
  11. ὡς δʼ ὅτʼ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα
  12. ἄλλα μὲν ἐκ ῥιζέων χαμάδις βάλε δένδρεα μακρὰ
  13. ἄνθεσι τηλεθόωντα, τὰ δʼ ἐκ πρέμνοιο κέδασσεν
  14. ὑψόθεν, ἀλλήλοισι δʼ ἐπὶ κλασθέντα κέχυνται·
  15. ὣς Δαναῶν κέκλιντο πολὺς στρατὸς ἐν κονίῃσι
  16. Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.
  17. αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον
  18. χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας
  19. οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·
  20. ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ