Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο·
  2. ἀλλʼ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν
  3. Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας·
  4. νῶιν δʼ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ
  5. ἔσσεται· οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας
  6. αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ
  7. τὸ πρὶν ἅμʼ Ἡρακλῆι δαΐφρονι Δαομέδοντος
  8. Τροίην, [*](Zimmermann (for MS. *troi/hsʼ, shose arrangement of lines is adopted.) ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι·
  9. ὡς καὶ νῦν τελέεσθαι ὑφʼ ἡμετέρῃσιν ὀΐω
  10. χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.
  11. ὣς φάτο· τῷ δʼ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·
  12. κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν.
  13. ἄμφω δʼ ὡρμήθησαν ἐπʼ ἔντεα μαρμαίροντα·
  14. καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·
  15. τῶν δʼ ἄρα τεύχεα καλὰ μέγʼ ἔβραχε· μαίνετο δέ σφιν
  16. ἶσον θυμὸς Ἄρηι· τόσον σθένος ἀμφοτέροισι
  17. δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.
  18. Ἀργεῖοι δʼ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ
  19. εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,
  20. οἵ ποτʼ ἐπʼ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ