Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὔνεκʼ ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
  2. οὐδʼ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
  3. θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατʼ ἔθηκε.
  4. τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
  5. τῷ οἱ θηλυτέρην τινʼ ἐριζέμεν οὔτι ἔοικεν·
  6. ἠὲ τάχʼ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.
  7. πᾶσι δʼ ἄρʼ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλʼ ἐπὶ ἔργα
  8. στρωφῶντʼ ἄλλος ἐπʼ ἄλλα· πέλει δʼ ἄρα κεῖνο φέριστον
  9. ἔργον, ὅ τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται·
  10. τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
  11. ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.
  12. ἁνδράσι δʼ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
  13. ἐλπωρὴ δʼ ἀγαθοῖο τάχʼ ἔσσεται, οὕνεκʼ Ἀχαιοὺς
  14. δερκόμεθʼ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
  15. ἡμετέρων· οὐδʼ ἔστι κακοῦ δέος· οὔτι γὰρ ἄστυ
  16. δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτʼ ἀλεγεινὴ
  17. γίνετʼ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.
  18. ὣς φάτο· ταὶ δʼ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
  19. ὑσμίνην δʼ ἀπάνευθεν ἐσέδρακον, ἡ δʼ ἔτι λαοὺς
  20. δάμνατο Πενθεσίλεια, περιτρομέοντο δʼ Ἀχαιοί,