Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρʼ αὐτῇ
  2. χρειὼ ἀνʼ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
  3. καὶ τόξοιο πέλοιτο· θοοὶ δέ οἱ ἄνδρες ἕποντο
  4. Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε
  5. ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
  6. οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι·
  7. τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
  8. πίπτον ἐπασσύτεροι, μέγα δʼ ἔστενεν ἄσπετος αἶα
  9. αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα·
  10. ἵπποι δʼ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
  11. ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες·
  12. οἱ δὲ κόνιν βρυγμοῖσι [*](Zimmermann, for λαχμοῖσι of Koechly, and δραχμοῖσι of AMP.) δεδραγμένοι ἀσπαίρεσκον·
  13. τοὺς δʼ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν
  14. ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
  15. καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
  16. ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
  17. λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τʼ ἐνὶ πόντῳ
  18. μαίνεθʼ, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
  19. καί ῥʼ ὅ γε μαψιδίῃσιν ἐπʼ ἐλπωρῇσιν ἔειπεν·
  20. ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπʼ οὐρανοῦ εἰλήλουθε