Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σήμερον ἀθανάτων τις, ἵνʼ Ἀργείοισι μάχηται
  2. ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
  3. ὃς τάχα που μέμνηται ἐϋσθενέος Πριάμοιο,
  4. ὅς ῥά οἱ εὔχεται εἶναι ἀφʼ αἵματος ἀθανάτοιο.
  5. οὐ γὰρ τήνδε γυναῖκά γʼ ὀΐομαι εἰσοράασθαι
  6. αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχἐ ἔχουσαν,
  7. ἀλλʼ ἄρʼ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ
  8. ἢ Ἔριδʼ ἢ κλειτὴν Λητωίδα· καί μιν ὀΐω
  9. σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
  10. νῆάς τʼ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
  11. ἤλυθον ἐς Τροίην νῶιν κακὰ πολλὰ φέροντες,
  12. ἤλυθον ἄσχετον ἄμμιν ὑπʼ Ἄρεϊ πῆμα φέροντες·
  13. ἀλλʼ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
  14. πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.
  15. ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
  16. νήπιος· οὐδʼ ἄρʼ ἐφράσσατʼ ἐπεσσύμενον βαρὺ πῆμα
  17. οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
  18. οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφιπέπυστο
  19. Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς,
  20. ἀλλʼ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο