Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἱ δʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες,
  2. ἡ δʼ ἕπετʼ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης
  3. νήεσιν ὠκείῃσιν, ὅθʼ ἱστία λευκὰ πετάσσῃ
  4. οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
  5. πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
  6. ὣς ἥ γʼ ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας,
  7. καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα·
  8. ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
  9. σήμερον· οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
  10. χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδʼ ἀλόχοισιν
  11. ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
  12. κείσεσθʼ, οὐδέ τι τύμβος ἐφʼ ὑμέας ἵξεται αἴης.
  13. πῇ νῦν Τυδείδαο βίη, πῇ δʼ Αἰακίδαο,
  14. ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·
  15. ἀλλʼ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
  16. μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.
  17. ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσʼ ἐνόρουσε
  18. θηρὶ βίην εἰκυῖα, πολὺν δʼ ὑπεσάμνατο λαὸν
  19. ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δʼ αὖτε
  20. πάλλουσʼ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος