Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
  2. οὕνεκʼ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τʼ ἐπὶ λυγρῷ
  3. πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
  4. καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν
  5. τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
  6. φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τʼ ἀπορρώξ.
  7. ἀλλʼ ἡ μὲν μακάρων ἀλοὸν χόλον ἐκτελέουσα
  8. μύρεται ἐν πέτρῃσιν ἔτʼ ἀχνυμένῃ εἰκυῖα.
  9. ἄλλοι δʼ ἀμφʼ ἄλλοισι φόνον καὶ κῆρʼ ἐτίθεντο
  10. ἀργαλέην· δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
  11. λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
  12. εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες
  13. λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
  14. πολλῶν δʼ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
  15. Τρώων τʼ Ἀργείων τε, πολὺς δʼ ἀλαλητὸς ὀρώρει·
  16. οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
  17. ἀλλʼ ὥς τίς τε βόεσσι κατʼ οὔρεα μακρὰ λέαινα
  18. ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
  19. αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·
  20. ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.