Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἵ ῥʼ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
  2. Νάστῃ ὑπʼ ἀντιθέῳ καὶ ὑπʼ Ἀμφιμάχῳ μεγαθύμῳ,
  3. ---
  4. οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
  5. Βράγχου τʼ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
  6. Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥʼ ἐπὶ γαῖαν
  7. Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
  8. εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
  9. καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι·
  10. ἄλλους δʼ αὖτʼ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ·
  11. ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
  12. ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
  13. Δρησαῖον δʼ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,
  14. τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
  15. μιχθεῖσʼ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
  16. ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
  17. πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,
  18. καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
  19. καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
  20. ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατʼ ὀμίχλη·