Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
  2. νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις·
  3. σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
  4. δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δʼ ἔχον ἔντεα καλά,
  5. ἔγχεα καὶ θώρηκας ἐϋσθενέαδ τε βοείας
  6. καὶ κόρυθας βριαράς, ἕτερος δʼ ἑτέρου χρόα χαλκῷ
  7. τύπτον ἀπηλεγέως· τὸ δʼ ἐρεύθετο Τρώιον οὖδας.
  8. Ἔνθʼ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
  9. Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
  10. Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τʼ Ἐλάσιππον·
  11. Δηρινόη δʼ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον,
  12. ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
  13. ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
  14. τοῦ δʼ ἄρʼ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη
  15. Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων·
  16. αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
  17. ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
  18. δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα·
  19. τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
  20. οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ