Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
  2. κέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο
  3. ἔβλυσεν ἐσσυμένως· ὁ δʼ ἄρα στενάχων ἀπόρουσεν
  4. εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·
  5. τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
  6. ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
  7. κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
  8. Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
  9. δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·
  10. ἡ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρες σι
  11. δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δʼ ἀλεγεινὸν
  12. ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
  13. ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἂψεα πάντα
  14. λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις.
  15. Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
  16. εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα
  17. τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν
  18. φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν αἰών.
  19. Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
  20. ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.