Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
  2. τάρβησε Πριάμοιο νόος, φάτο δʼ οὐκέτʼ ἀθρήσειν
  3. ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν·
  4. καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
  5. κῆρες ὑπεκτελέειν· ὁ δʼ ἄρʼ ἄχνυτο θυμὸν ἐαγώς.
  6. Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
  7. Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
  8. τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τʼ ἐν ὄρεσσι
  9. ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
  10. τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τʼ ἐπὶ θάμνοις
  11. μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο·
  12. καί τις ἅμʼ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν·
  13. τίς δὴ Τρῶας ἔγειρε μεθʼ Ἕκτορα δῃωθέντα,
  14. οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;
  15. νῦν δʼ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
  16. καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
  17. φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
  18. ἀλλʼ ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
  19. ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
  20. νόσφι θεῶν Τρώεσσι μαχησόμεθʼ ἤματι τῷδε.