Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσονσα,
- τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
- καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
- χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
- εὔχετʼ ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
- Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·
- κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
- δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
- καὶ δʼ αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
- ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
- αὐτήν θʼ, οὕνεκʼ ἔοικεν ἐπουρανίῃσι θεῇσιν
- ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
- αἴδεσσαι δʼ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
- παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
- Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·
- αἴδεο δʼ, ἕως ἔτι παῦροι ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ
- Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
- ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.
- ἦ ῥα μέγʼ εὐχόμενος· τῷ δʼ αἰετὸς ὀξὺ κεκληγὼς
- ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν