Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.
  2. τῷ ἐπικαγχαλόωσα τάχʼ ἤλυθεν ἔκτοθι πύργων
  3. Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
  4. ἐλθέμεναι· τοὶ δʼ ὦκα συναγρόμενοι πεπίθοντο
  5. ἄνδρες ἀριστῆες, καίπερ πάρος οὐκ ἐθέλοντες
  6. στήμεναι ἄντʼ Ἀχιλῆος· ὁ γὰρ περιδάμνατο πάντας.
  7. ἡ δʼ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δʼ ἵππῳ
  8. καλῷ, ὠκυτάτῳ, τόν οἱ ἄλοχος Βορέαο
  9. ὤπασεν Ὠρείθνια πάρος Θρῄκηνδε κιοήσῃ
  10. ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι.
  11. τῷ ῥα τόθʼ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
  12. ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον
  13. κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
  14. ἐλθέμεν· ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
  15. πολλοὶ ἕποντʼ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
  16. ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλου, ὅς θʼ ἅμα πάντων
  17. νισσομένων προθέῃσι δαημοσύνῃσι νομῆος·
  18. ὣς ἄρα τῇ γʼ ἐφέποντο βίῃ μέγα μαιμώωντες
  19. Τρῶες ἐϋσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
  20. ἡ δʼ οἵη Τριτωνίς, ὅτʼ ἤλυθεν ἄντα Γιγάντων,