Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφʼ ὤμοισιν ἔδυνε
  2. τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.
  3. πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπʼ ἀργυφέῃσιν ἔθηκε
  4. κνημῖδας χρυσέας, αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·
  5. ἕσσατο δʼ αὖ θώρηκα παναίολον· ἀμφὶ δʼ ἄρʼ ὤμοις
  6. θήκατο κυδιόωσα μέγα ξίφος, ᾧ πέρι πάντη
  7. κουλεὸς εὖ ἤσκητο διʼ ἀργύρου ἠδʼ ἐλέφαντος·
  8. ἂν δʼ ἕλετʼ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,
  9. ἥ θʼ ὑπὲρ ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν
  10. ἥμισυ πεπληθυῖα περὶ γναμπτῇσι κεραίῃς·
  11. τοίη μαρμαίρεσκεν ἀάσπετον· ἀμφὶ δὲ κρατὶ
  12. θῆκε κόρυν κομόωσαν ἐθείρῃσι χρυσέῃσιν·
  13. ὣς ἡ μὲν μορόεντα περὶ χροΐ θήκατο τεύχη.
  14. ἀστεροπῇ δʼ ἀτάλαντος ἐείδετο, τὴν ἀπʼ Ὀλύμπου
  15. ές γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο
  16. δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου
  17. ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.
  18. αὐτίκα δʼ ἐγκονέουσα διὲκ μεγάροιο νέεσθαι
  19. δοιοὺς εἵλετʼ ἄκοντας ὑπʼ ἀσπίδα, δεξιτερῇ δὲ
  20. βουπλῆγʼ ἀμφίτυπον, τόν οἱ Ἔρις ὤπασε δεινὴ