Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ
  2. ὡς Θέτις, ὡς Ταλάτεια φατίζεαι Ὑδριὰς Ἱνώ·
  3. οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών,
  4. ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι· ἀντὶ δὲ Κάδμου
  5. ἐλπίδι λωιτέρῃ καλέσῃς Νηρῆα τοκῆα
  6. παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ,
  7. Λευκοθέη, κρατέουσα χυτῆς κληῖδα γαλήνης,
  8. εὐπλοΐης μεδέουσα μετʼ Αἰόλον· εὐδιόων δὲ
  9. σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης
  10. βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ,
  11. ῥέζων ἀμφοτέροισι· θαλασσαίοιο δὲ δίφρου
  12. δέξεται ἡνιοχῆα Παλαίμονα κυανοχαίτης.
  13. ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς
  14. ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων.
  15. Ἰνὼ δʼ οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ
  16. παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοστῷ,
  17. πήχεϊ δʼ ἁπλώσασα συνωρίδα δίζυγα παίδων
  18. δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ·
  19. καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ,
  20. Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην