Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι·
  2. Δέξο, γύναι, νέον υἷα, τεῷ δʼ ἐνικάτθεο κόλπῳ
  3. παῖδα κασιγνήτης Σεμέλης σέεν, ὃν παρὰ παστῷ
  4. οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ
  5. μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ.
  6. καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω,
  7. μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου
  8. ἠμάτιον Φαέθοντος ἢ ἔννυχου ὄμμα Σελήνης,
  9. μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει,
  10. ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη.
  11. δέξο κασιγνήτης σέθεν υἱέα· σοὶ δὲ Κρονίων
  12. ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια κείνου.
  13. ὀλβίη ἐν πάσῃσι θυγατράνσιν ἔπλεο Κάδμου·
  14. ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ,
  15. Αὐτονόν δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει,
  16. ἀμφοτέροις δʼ ἕνα τύμβον ἀναστήσειε Κιθαιρών,
  17. καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη
  18. Πενθέος ὀλλυμένοιο, νόθης ψαύσασα κονίης,
  19. παιδοφόνος γεγαυῖα λιπόπτολις· ἀλλὰ σὺ μούνη
  20. ἔσσαι αὐχήεσσα, τόσης ναέτειρα θαλάσσης,