Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς·
- ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν
- ἀρροϊδῆ ζοφόεντι κατεκήισσε βερέθρῳ·
- καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην
- μαρμαρυγὴ σελάγιζε, καταυγάζουσα προσώπου·
- τοῖχοι δʼ ἀχλυόεντε ἐλευκαίνοντο μελάθρου
- καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου.
- καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ·
- πολλάκι δʼ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης
- χείηεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν
- εὔια παππάζοντι παρερπύζων Διονύσῳ.
- καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης
- ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ·
- καὶ πινυτὴ θεράπαινα φερώνυμα Μύστιδι τέχνῃ
- ὄρηια νυκτελίοιο διδασκομένη Διονύσου
- καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ
- πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ
- κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ,
- πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης
- εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ,