Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν δὲ δόμῳ δμωῇσιν ἐπέχραον, ἐν τριόδοις δὲ
  2. ξεινοφόνῳ δαίτρευον ὁδοιπόρον ἄνδρα μαχαίρῃ·
  3. φρικαλέαι δʼ ἀλάλαζον, ὑπὸ στροφάλιγγι δὲ ῥιπῇ
  4. ὀφθαλμοὺς ἐλέλιζον ἀκοσμήτοιο προσώπου·
  5. πάντῃ δʼ ἔνθα καὶ ἔνθα νοοπλανέεσσι μενοιναῖς
  6. ἔτρεχον ἀσταθέων τροχαλῷ σκιρτήματι ταρσῶν·
  7. καὶ πλοκάμους βάκχευον ἐς ἠέρα θυιάδες αὖραι
  8. πλαζομένους· κροκόεις δὲ περὶ στέρνοισιν ἑκάστης
  9. ἀφροκόμῳ ῥαθάμιγγι χιτὼν λευκαίνετο κούρης.
  10. καί νύ κε φοιταλέης ἑτερόφρονι κύματι λύσσης
  11. νήπιον εἰσέτι Βάκχον ἐμιστύλλοντο μαχαίρῃ,
  12. εἰ μὴ ἀσημάντοιο ποδὸς ληίστορι ταρσῷ
  13. Βάκχον ὑποκλέψας πτερόεις πάλιν ἥρπασεν Ἑρμῆς,
  14. καὶ βρέφος ἀρτικόμιστον ἔχων ζωαρκέι κόλπῳ
  15. εἰς δόμον ἀρτιτόκοιο λεχώιον ἤγαγεν Ἰνοῦς.
  16. ἡ μὲν ἀνηέρταζεν ἑῆς προθορόντα λοχείης
  17. νήπιον εἰσεέτι κοῦρον, ἐπωλένιον Μελικέρτην,
  18. παιδοκόμοις παλάμῃσιν· ἀνοιδαίνοντο δὲ μαζοὶ
  19. θλιβομένοιο γάλακτος ἀναβλύζοντες ἐέρσην.
  20. καὶ φιλίοις στομάτεσσι θεὸς μειλίξατο νύμφην